ἐπὶ Κόδρου γὰρ βασιλεύοντος
Πελοποννησίοις γενομένης ἀφορίας κατὰ τὴν χώραν αὐτῶν ἔδοξε στρατεύειν
ἐπὶ τὴν πόλιν ἡμῶν, καὶ ἡμῶν τοὺς προγόνους ἐξαναστήσαντας κατανείμασθαι
τὴν χώραν. καὶ πρῶτον μὲν εἰς Δελφοὺς ἀποστείλαντες τὸν θεὸν ἐπηρώτων εἰ
λήψονται τὰς Ἀθήνας: ἀνελόντος δὲ τοῦ θεοῦ αὐτοῖς ὅτι τὴν πόλιν αἱρήσουσιν
ἂν μὴ τὸν βασιλέα τὸν Ἀθηναίων Κόδρον ἀποκτείνωσιν, ἐστράτευον
ἐπὶ τὰς Ἀθήνας.
Κλεόμαντις
δὲ τῶν Δελφῶν τις πυθόμενος τὸ χρηστήριον δι᾽ ἀποῤῥήτων ἐξήγγειλε τοῖς
Ἀθηναίοις: οὕτως οἱ πρόγονοι ἡμῶν, ὡς ἔοικε, καὶ τοὺς ἔξωθεν ἀνθρώπους εὔνους
ἔχοντες διετέλουν. ἐμβαλόντων δὲ τῶν Πελοποννησίων εἰς τὴν Ἀττικήν, τί
ποιοῦσιν οἱ πρόγονοι ἡμῶν, ὦ ἄνδρες δικασταί; οὐ καταλιπόντες τὴν χώραν
ὥσπερ Δεωκράτης ᾤχοντο οὐδ᾽ ἔκδοτον τὴν θρεψαμένην καὶ τὰ ἱερὰ τοῖς
πολεμίοις παρέδοσαν, ἀλλ᾽ ὀλίγοι ὄντες κατακλῃσθέντες ἐπολιορκοῦντο καὶ
διεκαρτέρουν εἰς τὴν πατρίδα. καὶ οὕτως ἦσαν ἄνδρες γενναῖοι οἱ τότε
βασιλεύοντες, ὥστε προῃροῦντο ἀποθνῄσκειν ὑπὲρ τῆς τῶν ἀρχομένων
σωτηρίας μᾶλλον ἢ ζῶντες ἑτέραν μεταλλάξαι τινὰ χώραν.